Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.352 Joseph. BJ 2.357 (English) >>Joseph. BJ 2.361

2.354καὶ τῶν μὲν ἡμετέρων ἐγκλημάτων ταχεῖα γένοιτʼ ἂν διόρθωσις· οὔτε γὰρ αὐτὸς ἐπίτροπος μένει διὰ παντός, καὶ τοὺς διαδεξομένους εἰκὸς ἐλεύσεσθαι μετριωτέρους· κινηθέντα δʼ ἅπαξ τὸν πόλεμον οὔτε ἀποθέσθαι ῥᾴδιον δίχα συμφορῶν οὔτε βαστάζειν. 2.355ἀλλὰ μὴν τό γε νῦν ἐλευθερίας ἐπιθυμεῖν ἄωρον, δέον ὑπὲρ τοῦ μηδὲ ἀποβαλεῖν αὐτὴν ἀγωνίζεσθαι πρότερον· γὰρ πεῖρα τῆς δουλείας χαλεπή, καὶ περὶ τοῦ μηδʼ ἄρξασθαι ταύτης ἀγὼν δίκαιος. 2.356 δʼ ἅπαξ χειρωθείς, ἔπειτα ἀφιστάμενος, αὐθάδης δοῦλός ἐστιν, οὐ φιλελεύθερος. τότε τοιγαροῦν ἐχρῆν πάνθʼ ὑπὲρ τοῦ μὴ δέξασθαι Ῥωμαίους ποιεῖν, ὅτε ἐπέβαινεν τῆς χώρας

-- --

Πομπήιος. 2.357ἀλλʼ οἱ μὲν ἡμέτεροι πρόγονοι καὶ οἱ βασιλεῖς αὐτῶν καὶ χρήμασιν καὶ σώμασιν καὶ ψυχαῖς ἄμεινον ὑμῶν πολλῷ διακείμενοι πρὸς μοῖραν ὀλίγην τῆς Ῥωμαίων δυνάμεως οὐκ ἀντέσχον· ὑμεῖς δὲ οἱ τὸ μὲν ὑπακούειν ἐκ διαδοχῆς παρειληφότες, τοῖς πράγμασιν δὲ τῶν πρώτων ὑπακουσάντων τοσοῦτον ἐλαττούμενοι, πρὸς ὅλην ἀνθίστασθε τὴν Ῥωμαίων ἡγεμονίαν; 2.358καὶ Ἀθηναῖοι μὲν οἱ περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας παραδόντες ποτὲ καὶ πυρὶ τὴν πόλιν, οἱ τὸν ὑπερήφανον Ξέρξην διὰ γῆς πλεύσαντα καὶ διὰ θαλάσσης ὁδεύσαντα καὶ μὴ χωρούμενον μὲν τοῖς πελάγεσιν, πλατυτέραν δὲ τῆς Εὐρώπης τὴν στρατιὰν ἄγοντα, οἷα δραπέτην ἐπὶ μιᾶς νηὸς διώξαντες, περὶ δὲ τῇ μικρᾷ Σαλαμῖνι τὴν τοσαύτην Ἀσίαν κλάσαντες νῦν δουλεύουσιν Ῥωμαίοις, καὶ τὴν ἡγεμονίδα τῆς Ἑλλάδος πόλιν διοικεῖ τὰ ἀπὸ τῆς Ἰταλίας προστάγματα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.352 Joseph. BJ 2.357 (English) >>Joseph. BJ 2.361

Powered by PhiloLogic